Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.26 Joseph. AJ 9.29 (English) >>Joseph. AJ 9.32

9.27

Καὶ μὲν ὀλίγου σφόδρα χρόνου διελθόντος καθὼς προεῖπεν Ἠλίας ἀπέθανε, διαδέχεται δʼ αὐτοῦ τὴν βασιλείαν ἀδελφὸς Ἰώραμος· ἄπαις γὰρ κατέστρεψε τὸν βίον. δὲ Ἰώραμος οὗτος τῷ πατρὶ Ἀχάβῳ τὴν πονηρίαν παραπλήσιος γενόμενος ἐβασίλευσεν ἔτη δώδεκα πάσῃ παρανομίᾳ χρησάμενος καὶ ἀσεβείᾳ πρὸς τὸν θεόν· παρεὶς γὰρ τοῦτον θρησκεύειν τοὺς ξενικοὺς ἐσέβετο· 9.28ἦν δὲ τἆλλα δραστήριος. κατʼ ἐκεῖνον δὲ τὸν καιρὸν Ἠλίας ἐξ ἀνθρώπων ἠφανίσθη καὶ οὐδεὶς ἔγνω μέχρι τῆς σήμερον αὐτοῦ τὴν τελευτήν· μαθητὴν δὲ Ἐλισσαῖον κατέλιπεν, ὡς καὶ πρότερον ἐδηλώσαμεν. περὶ μέντοι γε Ἠλία καὶ Ἐνώχου τοῦ γενομένου πρὸ τῆς ἐπομβρίας ἐν ταῖς ἱεραῖς ἀναγέγραπται βίβλοις, ὅτι γεγόνασιν ἀφανεῖς, θάνατον δʼ αὐτῶν οὐδεὶς οἶδεν. 9.29

Παραλαβὼν δὲ τὴν βασιλείαν Ἰώραμος ἐπὶ τὸν Μωαβιτῶν ἔγνω στρατεύειν βασιλέα Μεισὰν ὄνομα· τοῦ γὰρ ἀδελφοῦ αὐτοῦ, καθὼς προείπαμεν, ἔτυχεν ἀποστὰς φόρους τελῶν Ἀχάβῳ τῷ πατρὶ αὐτοῦ μυριάδας εἴκοσι προβάτων σὺν τοῖς πόκοις. 9.30συναθροίσας οὖν τὴν οἰκείαν δύναμιν ἔπεμψε πρὸς Ἰωσαφάτην παρακαλῶν αὐτόν, ἐπεὶ φίλος ἀπʼ ἀρχῆς ὑπῆρχεν αὐτοῦ τῷ πατρί, συμμαχῆσαι πόλεμον ἐπὶ τοὺς Μωαβίτας ἐκφέρειν μέλλοντι ἀποστάντας αὐτοῦ τῆς βασιλείας. δʼ οὐ μόνον αὐτὸς βοηθήσειν ὑπέσχετο, ἀλλὰ καὶ τὸν Ἰδουμαίων βασιλέα συναναγκάσειν ὄντα ὑφʼ ἑαυτὸν συστρατεύσασθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.26 Joseph. AJ 9.29 (English) >>Joseph. AJ 9.32

Powered by PhiloLogic